Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.138 Joseph. AJ 10.143 (English) >>Joseph. AJ 10.147

10.141καὶ ταῦτʼ αὐτῷ συνέβη, Ἱερεμίας τε καὶ Ἰεζεκίηλος προεφήτευσαν αὐτῷ, ὅτι συλληφθεὶς ἀχθήσεται πρὸς τὸν Βαβυλώνιον καὶ λαλήσει αὐτῷ κατὰ στόμα καὶ ὄψεται τοῖς ὀφθαλμοῖς τοὺς ὀφθαλμοὺς αὐτοῦ. καὶ ταῦτα μὲν Ἱερεμίας εἶπε, τυφλωθεὶς δὲ καὶ ἀχθεὶς εἰς Βαβυλῶνα ταύτην οὐκ εἶδε καθὼς Ἰεζεκίηλος προεῖπε. 10.142

Ταῦτα μὲν οὖν ἱκανῶς ἐμφανίσαι δυνάμενα τὴν τοῦ θεοῦ φύσιν τοῖς ἀγνοοῦσιν εἰρήκαμεν, ὅτι ποικίλη τέ ἐστι καὶ πολύτροπος καὶ καθʼ ὥραν ἀπαντᾷ τεταγμένως, τε δεῖ γενέσθαι προλέγει, τήν τε τῶν ἀνθρώπων ἄγνοιαν καὶ ἀπιστίαν, ὑφʼ ἧς οὐδὲν προϊδεῖν εἰάθησαν τῶν ἀποβησομένων, ἀφύλακτοι δὲ ταῖς συμφοραῖς παρεδόθησαν, ὡς ἀμήχανον αὐτοῖς εἶναι τὴν ἐξ αὐτῶν πεῖραν διαφυγεῖν. 10.143

Οἱ μὲν οὖν ἐκ τοῦ Δαυίδου γένους βασιλεύσαντες οὕτως κατέστρεψαν τὸν βίον, εἴκοσι μὲν καὶ εἷς γενόμενοι μέχρι τοῦ τελευταίου βασιλέως, ἔτη δὲ πάντες βασιλεύσαντες πεντακόσια καὶ δεκατέσσαρα καὶ μῆνας ἓξ καὶ ἡμέρας δέκα, ἐξ ὧν εἴκοσι τὴν ἀρχὴν κατέσχεν πρῶτος αὐτῶν βασιλεὺς Σαοῦλος οὐκ ἐκ τῆς αὐτῆς φυλῆς ὑπάρχων. 10.144

δὲ Βαβυλώνιος πέμπει τὸν αὑτοῦ στρατηγὸν Ναβουζαρδάνην εἰς Ἱεροσόλυμα συλήσοντα τὸν ναόν, προστάξας ἅμα καὶ καταπρῆσαι αὐτόν τε καὶ τὰ βασίλεια τήν τε πόλιν εἰς ἔδαφος καθελεῖν καὶ τὸν λαὸν εἰς τὴν Βαβυλωνίαν μεταστῆσαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.138 Joseph. AJ 10.143 (English) >>Joseph. AJ 10.147

Powered by PhiloLogic